Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.214 Joseph. AJ 20.218 (English) >>Joseph. AJ 20.224

20.216

Τῶν δὲ Λευιτῶν, φυλὴ δʼ ἐστὶν αὕτη, ὅσοιπερ ἦσαν ὑμνῳδοὶ πείθουσι τὸν βασιλέα καθίσαντα συνέδριον φορεῖν αὐτοῖς ἐπίσης τοῖς ἱερεῦσιν ἐπιτρέψαι λινῆν στολήν· πρέπειν γὰρ αὐτοῦ τοῖς τῆς ἀρχῆς χρόνοις ἔφασκον ἀφʼ ὧν μνημονευθήσεται καινοποιεῖν. 20.217καὶ τῆς ἀξιώσεως οὐ διήμαρτον· γὰρ βασιλεὺς μετὰ γνώμης τῶν εἰς τὸ συνέδριον ἐποιχομένων συνεχώρησεν τοῖς ὑμνῳδοῖς ἀποθεμένους τὴν προτέραν ἐσθῆτα φορεῖν λινῆν οἵαν ἠθέλησαν. 20.218μέρους δέ τινος τῆς φυλῆς λειτουργοῦντος κατὰ τὸ ἱερὸν καὶ τούτοις ἐπέτρεψεν τοὺς ὕμνους ἐκμαθεῖν, ὡς παρεκάλουν. πάντα δʼ ἦν ἐναντία ταῦτα τοῖς πατρίοις νόμοις, ὧν παραβαθέντων οὐκ ἐνῆν μὴ οὐχὶ δίκας ὑποσχεῖν. 20.219

Ἤδη δὲ τότε καὶ τὸ ἱερὸν ἐτετέλεστο. βλέπων οὖν δῆμος ἀργήσαντας τοὺς τεχνίτας ὑπὲρ μυρίους καὶ ὀκτακισχιλίους ὄντας καὶ μισθοφορίας ἐνδεεῖς ἐσομένους διὰ τὸ τὴν τροφὴν ἐκ τῆς κατὰ τὸ ἱερὸν ἐργασίας πορίζεσθαι, 20.220καὶ χρήματα μὲν ἀπόθετα διὰ τὸν ἐκ Ῥωμαίων φόβον ἔχειν οὐ θέλων, προνοούμενος δὲ τῶν τεχνιτῶν καὶ εἰς τούτους ἀναλοῦν τοὺς θησαυροὺς βουλόμενος, καὶ γὰρ εἰ μίαν τις ὥραν τῆς ἡμέρας ἐργάσαιτο, τὸν μισθὸν ὑπὲρ ταύτης εὐθέως ἐλάμβανεν, ἔπειθον τὸν βασιλέα τὴν ἀνατολικὴν στοὰν ἀνεγεῖραι. 20.221ἦν δὲ στοὰ τοῦ μὲν ἔξωθεν ἱεροῦ, κειμένη δʼ ἐν φάραγγι βαθείᾳ τετρακοσίων πηχῶν τοὺς τοίχους ἔχουσα ἐκ λίθου τετραγώνου κατεσκεύαστο καὶ λευκοῦ πάνυ, τὸ μὲν μῆκος ἑκάστου λίθου πήχεις εἴκοσι, τὸ δὲ ὕψος ἕξ, ἔργον Σολόμωνος τοῦ βασιλέως πρώτου δειμαμένου τὸ σύμπαν ἱερόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.214 Joseph. AJ 20.218 (English) >>Joseph. AJ 20.224

Powered by PhiloLogic